Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.129 Dem. 20.132 (English) >>Dem. 20.135

20.131ἔτι τοίνυν ἴσως ἐπισύροντες ἐροῦσιν ὡς Μεγαρεῖς καὶ Μεσσήνιοί τινες εἶναι φάσκοντες, ἔπειτʼ ἀτελεῖς εἰσιν, ἁθρόοι παμπληθεῖς ἄνθρωποι, καί τινες ἄλλοι δοῦλοι καὶ μαστιγίαι, Λυκίδας καὶ Διονύσιος, καὶ τοιούτους τινὰς ἐξειλεγμένοι. ὑπὲρ δὴ τούτων ὡδὶ ποιήσαθʼ ὅταν ταῦτα λέγωσι· κελεύετʼ, εἴπερ ἀληθῆ λέγουσι πρὸς ὑμᾶς, τὰ ψηφίσματʼ ἐν οἷς ἀτελεῖς εἰσιν οὗτοι δεῖξαι. οὐ γάρ ἐστʼ οὐδεὶς ἀτελὴς παρʼ ὑμῖν ὅτῳ μὴ ψήφισμʼ νόμος δέδωκε τὴν ἀτέλειαν. 20.132πρόξενοι μέντοι πολλοὶ διὰ τῶν πολιτευομένων γεγόνασι παρʼ ὑμῖν τοιοῦτοι, ὧν εἷς ἐστιν Λυκίδας. ἀλλʼ ἕτερον πρόξενόν ἐστʼ εἶναι καὶ ἀτέλειαν εὑρῆσθαι. μὴ δὴ παραγόντων ὑμᾶς, μηδʼ, ὅτι δοῦλος ὢν Λυκίδας καὶ Διονύσιος καί τις ἴσως ἄλλος διὰ τοὺς μισθοῦ τὰ τοιαῦτα γράφοντας ἑτοίμως πρόξενοι γεγόνασι, διὰ τοῦθʼ ἑτέρους ἀξίους καὶ ἐλευθέρους καὶ πολλῶν ἀγαθῶν αἰτίους, ἃς ἔλαβον δικαίως παρʼ ὑμῶν δωρειὰς ἀφελέσθαι ζητούντων. 20.133πῶς γὰρ οὐχὶ καὶ κατὰ τοῦτο δεινότατʼ ἂν πεπονθὼς Χαβρίας φανείη, εἰ μὴ μόνον ἐξαρκέσει τοῖς τὰ τοιαῦτα πολιτευομένοις τὸν ἐκείνου δοῦλον Λυκίδαν πρόξενον ὑμέτερον πεποιηκέναι, ἀλλʼ εἰ διὰ τοῦτον πάλιν καὶ τῶν ἐκείνῳ τι δοθέντων ἀφέλοιντο, καὶ ταῦτʼ αἰτίαν λέγοντες ψευδῆ; οὐ γάρ ἐστιν οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς πρόξενος ὢν ἀτελής, ὅτῳ μὴ διαρρήδην ἀτέλειαν ἔδωκεν δῆμος. τούτοις δʼ οὐ δέδωκεν, οὐδʼ ἕξουσιν οὗτοι δεικνύναι, λόγῳ δʼ ἂν ἀναισχυντῶσιν, οὐχὶ καλῶς ποιήσουσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.129 Dem. 20.132 (English) >>Dem. 20.135

Powered by PhiloLogic